Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.172 Joseph. AJ 10.176 (English) >>Joseph. AJ 10.181

10.175 δὲ Ἰωάννης παραλαβὼν οὓς ἀνέσωσεν ἐκ τῶν Ἰσμαήλου χειρῶν καὶ τοὺς εὐνούχους καὶ τὰς γυναῖκας καὶ τὰ νήπια εἴς τινα τόπον Μάνδρα λεγόμενον παραγίνεται. καὶ τὴν μὲν ἡμέραν ἐκείνην ἐπέμεινεν αὐτόθι, διεγνώκεισαν δʼ ἐκεῖθεν ἄραντες εἰς Αἴγυπτον ἐλθεῖν φοβούμενοι, μὴ κτείνωσιν αὐτοὺς οἱ Βαβυλώνιοι μείναντας ἐν τῇ χώρᾳ ὑπὲρ Γαδαλία τοῦ κατασταθέντος ὑπʼ αὐτῶν ἡγεμόνος ὀργισθέντες πεφονευμένου. 10.176

Ὄντων δʼ ἐπὶ ταύτης τῆς βουλῆς προσίασιν Ἱερεμίᾳ τῷ προφήτῃ Ἰωάννης τοῦ Καρίου καὶ οἱ ἡγεμόνες οἱ σὺν αὐτῷ παρακαλοῦντες δεηθῆναι τοῦ θεοῦ, ὅπως ἀμηχανοῦσιν αὐτοῖς περὶ τοῦ τί χρὴ ποιεῖν τοῦτʼ αὐτοῖς ὑποδείξῃ, ὀμόσαντες ποιήσειν τι ἂν αὐτοῖς Ἱερεμίας εἴπῃ. 10.177ὑποσχομένου δὲ τοῦ προφήτου διακονήσειν αὐτοῖς πρὸς τὸν θεὸν συνέβη μετὰ δέκα ἡμέρας αὐτῷ φανέντα τὸν θεὸν εἰπεῖν δηλῶσαι Ἰωάννῃ καὶ τοῖς ἄλλοις ἡγεμόσι καὶ τῷ λαῷ παντί, ὅτι μένουσι μὲν αὐτοῖς ἐν ἐκείνῃ τῇ χώρᾳ παρέσται καὶ πρόνοιαν ἕξει καὶ τηρήσει παρὰ τῶν Βαβυλωνίων οὓς δεδίασιν ἀπαθεῖς, πορευομένους δὲ εἰς Αἴγυπτον ἀπολείψει καὶ ταὐτὰ διαθήσει ὀργισθείς, καὶ τοὺς ἀδελφοὺς αὑτῶν ἔμπροσθεν οἴδατε 10.178πεπονθότας.” ταῦτα εἰπὼν τῷ Ἰωάννῃ καὶ τῷ λαῷ τὸν θεὸν αὐτοῖς προλέγειν προφήτης οὐκ ἐπιστεύετο, ὡς κατὰ ἐντολὴν τὴν ἐκείνου μένειν αὐτοὺς ἐν τῇ χώρᾳ κελεύει, χαριζόμενον δὲ Βαρούχῳ τῷ ἰδίῳ μαθητῇ καταψεύδεσθαι μὲν τοῦ θεοῦ, πείθειν δὲ μένειν αὐτόθι, ὡς ἂν ὑπὸ τῶν Βαβυλωνίων διαφθαρῶσι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.172 Joseph. AJ 10.176 (English) >>Joseph. AJ 10.181

Powered by PhiloLogic